Back to top

Προσευχή για οικονομικές δυσκολίες

16/06/2019 - 11:24

Προσευχή για οικονομικές δυσκολίες για να οικονομήσει ο Θεός τους φτωχούς, που στερούνται και στενοχωριούνται από την ανέχεια και θλίβονται.

Λέγεται το Τρισάγιο πριν την προσευχή για οικονομικές δυσκολίες

Εις το όνομα του Πατρός και του Υιού και του Αγίου Πνεύματος. Αμήν.

Δόξα σοί ο Θεός ημών, δόξα σοί.

Βασιλεύ ουράνιε, παράκλητε, το Πνεύμα της αληθείας, ο πανταχού παρών και τα πάντα πληρών, ο θησαυρός των αγαθών και ζωής χορηγός, ελθέ και σκήνωσον εν ημίν, και καθάρισον ημάς από πάσης κηλίδος, και σώσον, Αγαθέ, τας ψυχάς ημών.

Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος ελέησον ημάς. (τρεις φορές)

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι. Και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Παναγία Τριάς, ελέησον ημάς. Κύριε ιλάσθητι ταις αμαρτίαις ημών. Δέσποτα, συγχώρισον τας ανομίας ημίν. Άγιε, επισκεψε και ίασαι τας ασθενείας ημών, ένεκεν του ονόματός σου.

Κύριε ελέησον, Κύριε ελέησον, Κύριε ελέησον.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι. Και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Πάτερ ημών, ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά Σου, ελθέτω η βασιλεία Σου, γεννηθήτω το θέλημά Σου ως εν ουρανό και επί της γης. Τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον, και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών, και μη εισενέγκης ημάς εις πειρασμόν αλλά ρύσαι ημάς από του πονηρού.

(Ψαλμός 80)
Προσευχή για οικονομικές δυσκολίες

2 Αγαλλιάσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν, ἀλαλάξατε τῷ Θεῷ ᾿Ιακώβ· 3 λάβετε ψαλμὸν καὶ δότε τύμπανον, ψαλτήριον τερπνὸν μετὰ κιθάρας· 4 σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν· 5 ὅτι πρόσταγμα τῷ ᾿Ισραήλ ἐστι καὶ κρῖμα τῷ Θεῷ ᾿Ιακώβ. 6 μαρτύριον ἐν τῷ ᾿Ιωσὴφ ἔθετο αὐτὸν ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου· γλῶσσαν, ἣν οὐκ ἔγνω, ἤκουσεν· 7 ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ, αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν. 8 ἐν θλίψει ἐπεκαλέσω με, καὶ ἐρρυσάμην σε· ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος, ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας. (διάψαλμα). 9 ἄκουσον, λαός μου, καὶ διαμαρτύρομαί σοι, ᾿Ισραήλ, ἐὰν ἀκούσῃς μου, 10 οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις Θεῷ ἀλλοτρίῳ· 11 ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου ὁ ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου· πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. 12 καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ ᾿Ισραὴλ οὐ προσέσχε μοι· 13 καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν, πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. 14 εἰ ὁ λαός μου ἤκουσέ μου, ᾿Ισραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη, 15 ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον ἂν τὴν χεῖρά μου. 16 οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ, καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα. 17 καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι. Και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα, δόξα Σοι ο Θεός. (τρίς)

Κύριε ελέησον, Κύριε ελέησον, Κύριε ελέησον.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι. Και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Άξιον εστιν ως αληθώς, μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον, και Μητέρα του Θεού ημών.

Την τιμιωτέραν των Χερουβείμ, και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον, σε μεγαλύνομεν.

Θεοτοκίον
Υπό την σην ευσπλαχνίαν καταφεύγομεν, Θεοτόκε, τας ημών ικεσίας, μη παρίδης εν περιστάσει, αλλ’ εκ κινδύνων λύτρωσαι ημάς, μόνη Αγνή, μόνη ευλογημένη.

Ἀπολυτίκιον Ήχος γ’. Θείας πίστεως. Αγίου Αρσενίου του Καππαδόκου
Βίον ένθεον, καλώς ανύσας, σκεύος τίμιον του Παρακλήτου, Ανεδείχθης θεοφόρε Αρσένιε, και των θαυμάτων την χάριν δεξάμενος, πάσι παρέχεις ταχείαν βοήθειαν, Πάτερ ’Οσιε Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.

Δί’ ευχών των αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός ημών, ελέησον ημάς. Αμήν.