Back to top

Προσευχή για αγάπη στο ζευγάρι

21/07/2019 - 19:24

Λέγεται το Τρισάγιο πριν την προσευχή για αγάπη στο ζευγάρι

Εις το όνομα του Πατρός και του Υιού και του Αγίου Πνεύματος. Αμήν.

Δόξα σοί ο Θεός ημών, δόξα σοί.

Βασιλεύ ουράνιε, παράκλητε, το Πνεύμα της αληθείας, ο πανταχού παρών και τα πάντα πληρών, ο θησαυρός των αγαθών και ζωής χορηγός, ελθέ και σκήνωσον εν ημίν, και καθάρισον ημάς από πάσης κηλίδος, και σώσον, Αγαθέ, τας ψυχάς ημών.

Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος ελέησον ημάς. (τρεις φορές)

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι. Και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Παναγία Τριάς, ελέησον ημάς. Κύριε ιλάσθητι ταις αμαρτίαις ημών. Δέσποτα, συγχώρισον τας ανομίας ημίν. Άγιε, επισκεψε και ίασαι τας ασθενείας ημών, ένεκεν του ονόματός σου.

Κύριε ελέησον, Κύριε ελέησον, Κύριε ελέησον.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι. Και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Πάτερ ημών, ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά Σου, ελθέτω η βασιλεία Σου, γεννηθήτω το θέλημά Σου ως εν ουρανό και επί της γης. Τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον, και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών, και μη εισενέγκης ημάς εις πειρασμόν αλλά ρύσαι ημάς από του πονηρού.

(Ψαλμός 10)
Προσευχή για αγάπη στο ζευγάρι

Έπι τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου· μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; 2 ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ. 3 ὅτι ἃ σὺ κατηρτίσω, αὐτοὶ καθεῖλον· ὁ δὲ δίκαιος τί ἐποίησε; 4 Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· Κύριος ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ. οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσι, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων. 5 Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ, ὁ δὲ ἀγαπῶν τὴν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν. 6 ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. 7 ὅτι δίκαιος Κύριος, καὶ δικαιοσύνας ἠγάπησεν, εὐθύτητας εἶδε τὸ πρόσωπον αὐτοῦ.

Ἀπολυτίκιον Ἦχος δ’. Ταχὺ προκατάλαβε. Αγίων Ακύλα και Πρίσκιλλας των Αποστόλων.
Χριστὸν ἀγαπήσαντες καὶ φωτισθέντες τὸν νοῦν, τὴ πίστει ἐνούμενοι καὶ συζυγία σεμνή, Ἀκύλας καὶ Πρισκίλλα ἤσαν μὲν προεστῶτες ἐκκλησίας κατ’ οἶκον, Παύλου δὲ τοῦ φωστῆρος συνεργοὶ καὶ προστᾶται. Διὸ αὐτοὺς τιμήσωμεν καὶ μιμησώμεθα.

Δί’ ευχών των αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός ημών, ελέησον ημάς. Αμήν.